"ΤΗΝ ΠΑΓΚΟΣΜΙΟΝ ΔΟΞΑΝ" ΗΧΟΣ Α΄ ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ

  • 9 years ago
Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΔΗΜΗΤΡΙΟΣ ΓΑΛΑΝΗΣ ΨΑΛΛΕΙ ΤΟ ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΟΥ Α΄ΗΧΟΥ
"Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος."
http://glt.xyz

Recommended